Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.61 Joseph. AJ 2.66 (English) >>Joseph. AJ 2.71

2.64

Ἔλεγε δʼ οὖν ἰδεῖν κατὰ τοὺς ὕπνους τριῶν κλημάτων πεφυκυίας ἀμπέλου βότρυς ἐξ ἑκάστου ἀποκρέμασθαι μεγάλους ἤδη καὶ πρὸς τρύγητον ὡραίους, καὶ τούτους αὐτὸς ἀποθλίβειν εἰς φιάλην ὑπέχοντος τοῦ βασιλέως διηθήσας τε τὸ γλεῦκος δοῦναι τῷ βασιλεῖ πιεῖν, κἀκεῖνον δέξασθαι κεχαρισμένως. 2.65τὸ μὲν οὖν ἑωραμένον ἐδήλου τοιοῦτον ὄν, ἠξίου δʼ εἴ τι μεμοίραται συνέσεως φράζειν αὐτῷ τὴν πρόρρησιν τῆς ὄψεως. δὲ θαρρεῖν τε παρεκάλει καὶ προσδοκᾶν ἐν τρισὶν ἡμέραις ἀπολυθήσεσθαι τῶν δεσμῶν τοῦ βασιλέως ποθήσαντος αὐτοῦ τὴν διακονίαν καὶ πάλιν εἰς ταύτην αὐτὸν ἐπανάξοντος· 2.66καρπὸν γὰρ ἐσήμαινεν ἀμπέλινον ἐπʼ ἀγαθῷ τὸν θεὸν ἀνθρώποις παρασχεῖν, ὃς αὐτῷ τε ἐκείνῳ σπένδεται καὶ πίστιν ἀνθρώποις καὶ φιλίαν ὁμηρεύει, διαλύων μὲν ἔχθρας τὰ πάθη δὲ καὶ τὰς λύπας ἐξαιρῶν τοῖς προσφερομένοις αὐτὸν καὶ πρὸς ἡδονὴν ὑποφέρων. 2.67τοῦτον οὖν φῂς ἐκ τριῶν ἀποθλιβέντα βοτρύων χερσὶ ταῖς σαῖς προσέσθαι τὸν βασιλέα· καλὴν τοίνυν ἴσθι σοι τὴν ὄψιν γεγενημένην καὶ προμηνύουσαν ἄφεσιν τῆς παρούσης ἀνάγκης ἐν τοσαύταις ἡμέραις, ἐξ ὅσων κλημάτων τὸν καρπὸν ἐτρύγησας κατὰ τοὺς ὕπνους. 2.68μέμνησο μέντοι τούτων πειραθεὶς τοῦ προκαταγγείλαντός σοι τὰ ἀγαθά, καὶ γενόμενος ἐν ἐξουσίᾳ μὴ περιίδῃς ἡμᾶς ἐν οἷς καταλείψεις πρὸς δεδηλώκαμεν ἀπερχόμενος· οὐδὲν γὰρ ἐξαμαρτόντες ἐν δεσμοῖς γεγόναμεν,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.61 Joseph. AJ 2.66 (English) >>Joseph. AJ 2.71

Powered by PhiloLogic